Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8 Dem. 9 (English) >>Dem. 10

Κατὰ Φιλίππου Γ

9.1πολλῶν, ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν περὶ ὧν Φίλιππος, ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἄλλους ἀδικεῖ, καὶ πάντων οἶδʼ ὅτι φησάντων γʼ ἄν, εἰ καὶ μὴ ποιοῦσι τοῦτο, καὶ λέγειν δεῖν καὶ πράττειν ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦθʼ ὑπηγμένα πάντα τὰ πράγματα καὶ προειμένʼ ὁρῶ, ὥστε δέδοικα μὴ βλάσφημον μὲν εἰπεῖν, ἀληθὲς δʼ · εἰ καὶ λέγειν ἅπαντες ἐβούλονθʼ οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς ἐξ ὧν ὡς φαυλότατʼ ἔμελλε τὰ πράγμαθʼ ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον νῦν διατεθῆναι. 9.2πολλὰ μὲν οὖν ἴσως ἐστὶν αἴτια τούτων, καὶ οὐ παρʼ ἓν οὐδὲ δύʼ εἰς τοῦτο τὰ πράγματʼ ἀφῖκται, μάλιστα δʼ, ἄνπερ ἐξετάζητʼ ὀρθῶς, εὑρήσετε διὰ τοὺς χαρίζεσθαι μᾶλλον τὰ βέλτιστα λέγειν προαιρουμένους, ὧν τινες μέν, ἄνδρες Ἀθηναῖοι, ἐν οἷς εὐδοκιμοῦσιν αὐτοὶ καὶ δύνανται, ταῦτα φυλάττοντες οὐδεμίαν περὶ τῶν μελλόντων πρόνοιαν ἔχουσιν, οὐκοῦν οὐδʼ ὑμᾶς οἴονται δεῖν ἔχειν, ἕτεροι δὲ τοὺς ἐπὶ τοῖς πράγμασιν ὄντας αἰτιώμενοι καὶ διαβάλλοντες οὐδὲν ἄλλο ποιοῦσιν ὅπως μὲν πόλις αὐτὴ παρʼ αὑτῆς δίκην λήψεται καὶ περὶ τοῦτʼ ἔσται, Φιλίππῳ δʼ ἐξέσται καὶ λέγειν καὶ πράττειν τι βούλεται. 9.3αἱ δὲ τοιαῦται πολιτεῖαι συνήθεις μέν εἰσιν ὑμῖν, αἴτιαι δὲ τῶν κακῶν. ἀξιῶ δʼ, ἄνδρες Ἀθηναῖοι, ἄν τι τῶν ἀληθῶν μετὰ παρρησίας λέγω, μηδεμίαν μοι διὰ τοῦτο παρʼ ὑμῶν ὀργὴν γενέσθαι. σκοπεῖτε γὰρ ὡδί. ὑμεῖς τὴν παρρησίαν ἐπὶ μὲν τῶν ἄλλων οὕτω κοινὴν οἴεσθε δεῖν εἶναι πᾶσι τοῖς ἐν τῇ πόλει, ὥστε καὶ τοῖς ξένοις καὶ τοῖς δούλοις αὐτῆς μεταδεδώκατε, καὶ πολλοὺς ἄν τις οἰκέτας ἴδοι παρʼ ἡμῖν μετὰ πλείονος ἐξουσίας τι βούλονται λέγοντας πολίτας ἐν ἐνίαις τῶν ἄλλων πόλεων, ἐκ δὲ τοῦ συμβουλεύειν παντάπασιν ἐξεληλάκατε. 9.4εἶθʼ ὑμῖν συμβέβηκεν ἐκ τούτου ἐν μὲν ταῖς ἐκκλησίαις τρυφᾶν καὶ κολακεύεσθαι πάντα πρὸς ἡδονὴν ἀκούουσιν, ἐν δὲ τοῖς πράγμασι καὶ τοῖς γιγνομένοις περὶ τῶν ἐσχάτων ἤδη κινδυνεύειν. εἰ μὲν οὖν καὶ νῦν οὕτω διάκεισθε, οὐκ ἔχω τί λέγω· εἰ δʼ συμφέρει χωρὶς κολακείας ἐθελήσετʼ ἀκούειν, ἕτοιμος λέγειν. καὶ γὰρ εἰ πάνυ φαύλως τὰ πράγματʼ ἔχει καὶ πολλὰ προεῖται, ὅμως ἔστιν, ἐὰν ὑμεῖς τὰ δέοντα ποιεῖν βούλησθε, ἔτι πάντα ταῦτʼ ἐπανορθώσασθαι. 9.5καὶ παράδοξον μὲν ἴσως ἐστὶν μέλλω λέγειν, ἀληθὲς δέ· τὸ χείριστον ἐν τοῖς παρεληλυθόσι, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. τί οὖν ἐστι τοῦτο; ὅτι οὔτε μικρὸν οὔτε μέγʼ οὐδὲν τῶν δεόντων ποιούντων ὑμῶν κακῶς τὰ πράγματʼ ἔχει, ἐπεί τοι, εἰ πάνθʼ προσῆκε πραττόντων οὕτως διέκειτο, οὐδʼ ἂν ἐλπὶς ἦν αὐτὰ γενέσθαι βελτίω. νῦν δὲ τῆς ῥᾳθυμίας τῆς ὑμετέρας καὶ τῆς ἀμελίας κεκράτηκε Φίλιππος, τῆς πόλεως δʼ οὐ κεκράτηκεν· οὐδʼ ἥττησθʼ ὑμεῖς, ἀλλʼ οὐδὲ κεκίνησθε.

9.6εἰ μὲν οὖν ἅπαντες ὡμολογοῦμεν Φίλιππον τῇ πόλει πολεμεῖν καὶ τὴν εἰρήνην παραβαίνειν, οὐδὲν ἄλλʼ ἔδει τὸν παριόντα λέγειν καὶ συμβουλεύειν ὅπως ἀσφαλέστατα καὶ ῥᾷστʼ αὐτὸν ἀμυνούμεθα· ἐπειδὴ δʼ οὕτως ἀτόπως ἔνιοι διάκεινται, ὥστε πόλεις καταλαμβάνοντος ἐκείνου καὶ πολλὰ τῶν ὑμετέρων ἔχοντος καὶ πάντας ἀνθρώπους ἀδικοῦντος ἀνέχεσθαί τινων ἐν ταῖς ἐκκλησίαις λεγόντων πολλάκις ὡς ἡμῶν τινές εἰσιν οἱ ποιοῦντες τὸν πόλεμον, ἀνάγκη φυλάττεσθαι καὶ διορθοῦσθαι περὶ τούτου· 9.7ἔστι γὰρ δέος μήποθʼ ὡς ἀμυνούμεθα γράψας τις καὶ συμβουλεύσας εἰς τὴν αἰτίαν ἐμπέσῃ τοῦ πεποιηκέναι τὸν πόλεμον. ἐγὼ δὴ τοῦτο πρῶτον ἁπάντων λέγω καὶ διορίζομαι· εἰ ἐφʼ ἡμῖν ἐστι τὸ βουλεύεσθαι περὶ τοῦ πότερον εἰρήνην ἄγειν πολεμεῖν δεῖ. 9.8εἰ μὲν οὖν ἔξεστιν εἰρήνην ἄγειν τῇ πόλει καὶ ἐφʼ ἡμῖν ἐστι τοῦτο, ἵνʼ ἐντεῦθεν ἄρξωμαι, φήμʼ ἔγωγʼ ἄγειν ἡμᾶς δεῖν, καὶ τὸν ταῦτα λέγοντα γράφειν καὶ πράττειν καὶ μὴ φενακίζειν ἀξιῶ· εἰ δʼ ἕτερος τὰ ὅπλʼ ἐν ταῖς χερσὶν ἔχων καὶ δύναμιν πολλὴν περὶ αὑτὸν τοὔνομα μὲν τὸ τῆς εἰρήνης ὑμῖν προβάλλει, τοῖς δʼ ἔργοις αὐτὸς τοῖς τοῦ πολέμου χρῆται, τί λοιπὸν ἄλλο πλὴν ἀμύνεσθαι; φάσκειν δʼ εἰρήνην ἄγειν εἰ βούλεσθε, ὥσπερ ἐκεῖνος, οὐ διαφέρομαι. 9.9εἰ δέ τις ταύτην εἰρήνην ὑπολαμβάνει, ἐξ ἧς ἐκεῖνος πάντα τἄλλα λαβὼν ἐφʼ ἡμᾶς ἥξει, πρῶτον μὲν μαίνεται, ἔπειτʼ ἐκείνῳ παρʼ ὑμῶν, οὐχ ὑμῖν παρʼ ἐκείνου τὴν εἰρήνην λέγει· τοῦτο δʼ ἐστὶν τῶν ἀναλισκομένων χρημάτων πάντων Φίλιππος ὠνεῖται, αὐτὸς μὲν πολεμεῖν ὑμῖν, ὑφʼ ὑμῶν δὲ μὴ πολεμεῖσθαι.

9.10καὶ μὴν εἰ μέχρι τούτου περιμενοῦμεν, ἕως ἂν ἡμῖν ὁμολογήσῃ πολεμεῖν, πάντων ἐσμὲν εὐηθέστατοι· οὐδὲ γὰρ ἂν ἐπὶ τὴν Ἀττικὴν αὐτὴν βαδίζῃ καὶ τὸν Πειραιᾶ, τοῦτʼ ἐρεῖ, εἴπερ οἷς πρὸς τοὺς ἄλλους πεποίηκε δεῖ τεκμαίρεσθαι. 9.11τοῦτο μὲν γὰρ Ὀλυνθίοις, τετταράκοντʼ ἀπέχων τῆς πόλεως στάδια, εἶπεν ὅτι δεῖ δυοῖν θάτερον, ἐκείνους ἐν Ὀλύνθῳ μὴ οἰκεῖν αὑτὸν ἐν Μακεδονίᾳ, πάντα τὸν ἄλλον χρόνον, εἴ τις αὐτὸν αἰτιάσαιτό τι τοιοῦτον, ἀγανακτῶν καὶ πρέσβεις πέμπων τοὺς ἀπολογησομένους· τοῦτο δʼ εἰς Φωκέας ὡς πρὸς συμμάχους ἐπορεύετο, καὶ πρέσβεις Φωκέων ἦσαν οἳ παρηκολούθουν αὐτῷ πορευομένῳ, καὶ παρʼ ἡμῖν ἤριζον οἱ πολλοὶ Θηβαίοις οὐ λυσιτελήσειν τὴν ἐκείνου πάροδον. 9.12καὶ μὴν καὶ Φερὰς πρώην ὡς φίλος καὶ σύμμαχος εἰς Θετταλίαν ἐλθὼν ἔχει καταλαβών, καὶ τὰ τελευταῖα τοῖς ταλαιπώροις Ὠρείταις τουτοισὶ ἐπισκεψομένους ἔφη τοὺς στρατιώτας πεπομφέναι κατʼ εὔνοιαν· πυνθάνεσθαι γὰρ αὐτοὺς ὡς νοσοῦσι καὶ στασιάζουσιν, συμμάχων δʼ εἶναι καὶ φίλων ἀληθινῶν ἐν τοῖς τοιούτοις καιροῖς παρεῖναι. 9.13εἶτʼ οἴεσθʼ αὐτόν, οἳ ἐποίησαν μὲν οὐδὲν ἂν κακόν, μὴ παθεῖν δʼ ἐφυλάξαντʼ ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον προλέγοντα βιάζεσθαι, ὑμῖν δʼ ἐκ προρρήσεως πολεμήσειν, καὶ ταῦθʼ ἕως ἂν ἑκόντες ἐξαπατᾶσθε; 9.14οὐκ ἔστι ταῦτα· καὶ γὰρ ἂν ἀβελτερώτατος εἴη πάντων ἀνθρώπων, εἰ τῶν ἀδικουμένων ὑμῶν μηδὲν ἐγκαλούντων αὐτῷ, ἀλλʼ ὑμῶν αὐτῶν τινὰς αἰτιωμένων, ἐκεῖνος ἐκλύσας τὴν πρὸς ἀλλήλους ἔριν ὑμῶν καὶ φιλονικίαν ἐφʼ αὑτὸν προείποι τρέπεσθαι, καὶ τῶν παρʼ ἑαυτοῦ μισθοφορούντων τοὺς λόγους ἀφέλοιτο, οἷς ἀναβάλλουσιν ὑμᾶς, λέγοντες ὡς ἐκεῖνός γʼ οὐ πολεμεῖ τῇ πόλει.

9.15ἀλλʼ ἔστιν, πρὸς τοῦ Διός, ὅστις εὖ φρονῶν ἐκ τῶν ὀνομάτων μᾶλλον τῶν πραγμάτων τὸν ἄγοντʼ εἰρήνην πολεμοῦνθʼ αὑτῷ σκέψαιτʼ ἄν; οὐδεὶς δήπου. τοίνυν Φίλιππος ἐξ ἀρχῆς, ἄρτι τῆς εἰρήνης γεγονυίας, οὔπω Διοπείθους στρατηγοῦντος οὐδὲ τῶν ὄντων ἐν Χερρονήσῳ νῦν ἀπεσταλμένων, Σέρριον καὶ Δορίσκον ἐλάμβανε καὶ τοὺς ἐκ Σερρείου τείχους καὶ Ἱεροῦ ὄρους στρατιώτας ἐξέβαλλεν, οὓς ὑμέτερος στρατηγὸς κατέστησεν. 9.16καίτοι ταῦτα πράττων τί ἐποίει; εἰρήνην μὲν γὰρ ὠμωμόκει. καὶ μηδεὶς εἴπῃ, “τί δὲ ταῦτʼ ἐστίν, τί τούτων μέλει τῇ πόλει;” εἰ μὲν γὰρ μικρὰ ταῦτα, μηδὲν ὑμῖν αὐτῶν ἔμελεν, ἄλλος ἂν εἴη λόγος οὗτος· τὸ δʼ εὐσεβὲς καὶ τὸ δίκαιον, ἄν τʼ ἐπὶ μικροῦ τις ἄν τʼ ἐπὶ μείζονος παραβαίνῃ, τὴν αὐτὴν ἔχει δύναμιν. φέρε δὴ νῦν, ἡνίκʼ εἰς Χερρόνησον, ἣν βασιλεὺς καὶ πάντες οἱ Ἕλληνες ὑμετέραν ἐγνώκασιν εἶναι, ξένους εἰσπέμπει καὶ βοηθεῖν ὁμολογεῖ καὶ ἐπιστέλλει ταῦτα, τί ποιεῖ; 9.17φησὶ μὲν γὰρ οὐ πολεμεῖν, ἐγὼ δὲ τοσούτου δέω ταῦτα ποιοῦντʼ ἐκεῖνον ἄγειν ὁμολογεῖν τὴν πρὸς ὑμᾶς εἰρήνην, ὥστε καὶ Μεγάρων ἁπτόμενον κἀν Εὐβοίᾳ τυραννίδα κατασκευάζοντα καὶ νῦν ἐπὶ Θρᾴκην παριόντα καὶ τἀν Πελοποννήσῳ σκευωρούμενον καὶ πάνθʼ ὅσα πράττει μετὰ τῆς δυνάμεως ποιοῦντα, λύειν φημὶ τὴν εἰρήνην καὶ πολεμεῖν ὑμῖν, εἰ μὴ καὶ τοὺς τὰ μηχανήματʼ ἐφιστάντας εἰρήνην ἄγειν φήσετε, ἕως ἂν αὐτὰ τοῖς τείχεσιν ἤδη προσαγάγωσιν. ἀλλʼ οὐ φήσετε· γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ. 9.18τίσιν οὖν ὑμεῖς κινδυνεύσαιτʼ ἄν, εἴ τι γένοιτο; τῷ τὸν Ἑλλήσποντον ἀλλοτριωθῆναι, τῷ Μεγάρων καὶ τῆς Εὐβοίας τὸν πολεμοῦνθʼ ὑμῖν γενέσθαι κύριον, τῷ Πελοποννησίους τἀκείνου φρονῆσαι. εἶτα τὸν τοῦτο τὸ μηχάνημʼ ἐπὶ τὴν πόλιν ἱστάντα, τοῦτον εἰρήνην ἄγειν ἐγὼ φῶ πρὸς ὑμᾶς; 9.19πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ἀφʼ ἧς ἡμέρας ἀνεῖλε Φωκέας, ἀπὸ ταύτης ἔγωγʼ αὐτὸν πολεμεῖν ὁρίζομαι. ὑμᾶς δʼ, ἐὰν ἀμύνησθʼ ἤδη, σωφρονήσειν φημί, ἐὰν δʼ ἐάσητε, οὐδὲ τοῦθʼ ὅταν βούλησθε δυνήσεσθαι ποιῆσαι. καὶ τοσοῦτόν γʼ ἀφέστηκα τῶν ἄλλων, ἄνδρες Ἀθηναῖοι, τῶν συμβουλευόντων, ὥστʼ οὐδὲ δοκεῖ μοι περὶ Χερρονήσου νῦν σκοπεῖν οὐδὲ Βυζαντίου, ἀλλʼ ἐπαμῦναι μὲν τούτοις, 9.20καὶ διατηρῆσαι μή τι πάθωσι, καὶ τοῖς οὖσιν ἐκεῖ νῦν στρατιώταις πάνθʼ ὅσων ἂν δέωνται ἀποστεῖλαι, βουλεύεσθαι μέντοι περὶ πάντων τῶν Ἑλλήνων ὡς ἐν κινδύνῳ μεγάλῳ καθεστώτων. βούλομαι δʼ εἰπεῖν πρὸς ὑμᾶς ἐξ ὧν ὑπὲρ τῶν πραγμάτων οὕτω φοβοῦμαι, ἵνʼ, εἰ μὲν ὀρθῶς λογίζομαι, μετάσχητε τῶν λογισμῶν καὶ πρόνοιάν τινʼ ὑμῶν γʼ αὐτῶν, εἰ μὴ καὶ τῶν ἄλλων ἄρα βούλεσθε, ποιήσησθε, ἂν δὲ ληρεῖν καὶ τετυφῶσθαι δοκῶ, μήτε νῦν μήτʼ αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε.

9.21ὅτι μὲν δὴ μέγας ἐκ μικροῦ καὶ ταπεινοῦ τὸ κατʼ ἀρχὰς Φίλιππος ηὔξηται, καὶ ἀπίστως καὶ στασιαστικῶς ἔχουσι πρὸς αὑτοὺς οἱ Ἕλληνες, καὶ ὅτι πολλῷ παραδοξότερον ἦν τοσοῦτον αὐτὸν ἐξ ἐκείνου γενέσθαι νῦν, ὅθʼ οὕτω πολλὰ προείληφε, καὶ τὰ λοιπὰ ὑφʼ αὑτῷ ποιήσασθαι, καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν ἔχοιμι διεξελθεῖν, παραλείψω. 9.22ἀλλʼ ὁρῶ συγκεχωρηκότας ἅπαντας ἀνθρώπους, ἀφʼ ὑμῶν ἀρξαμένους, αὐτῷ, ὑπὲρ οὗ τὸν ἄλλον ἅπαντα χρόνον πάντες οἱ πόλεμοι γεγόνασιν οἱ Ἑλληνικοί. τί οὖν ἐστι τοῦτο; τὸ ποιεῖν τι βούλεται, καὶ καθʼ ἕνʼ οὑτωσὶ περικόπτειν καὶ λωποδυτεῖν τῶν Ἑλλήνων, καὶ καταδουλοῦσθαι τὰς πόλεις ἐπιόντα. 9.23καίτοι προστάται μὲν ὑμεῖς ἑβδομήκοντʼ ἔτη καὶ τρία τῶν Ἑλλήνων ἐγένεσθε, προστάται δὲ τριάκονθʼ ἑνὸς δέοντα Λακεδαιμόνιοι· ἴσχυσαν δέ τι καὶ Θηβαῖοι τουτουσὶ τοὺς τελευταίους χρόνους μετὰ τὴν ἐν Λεύκτροις μάχην. ἀλλʼ ὅμως οὔθʼ ὑμῖν οὔτε Θηβαίοις οὔτε Λακεδαιμονίοις οὐδεπώποτʼ, ἄνδρες Ἀθηναῖοι, συνεχωρήθη τοῦθʼ ὑπὸ τῶν Ἑλλήνων, ποιεῖν τι βούλοισθε, οὐδὲ πολλοῦ δεῖ· 9.24ἀλλὰ τοῦτο μὲν ὑμῖν, μᾶλλον δὲ τοῖς τότʼ οὖσιν Ἀθηναίοις, ἐπειδή τισιν οὐ μετρίως ἐδόκουν προσφέρεσθαι, πάντες ᾤοντο δεῖν, καὶ οἱ μηδὲν ἐγκαλεῖν ἔχοντες αὐτοῖς, μετὰ τῶν ἠδικημένων πολεμεῖν· καὶ πάλιν Λακεδαιμονίοις ἄρξασι καὶ παρελθοῦσιν εἰς τὴν αὐτὴν δυναστείαν ὑμῖν, ἐπειδὴ πλεονάζειν ἐπεχείρουν καὶ πέρα τοῦ μετρίου τὰ καθεστηκότʼ ἐκίνουν, πάντες εἰς πόλεμον κατέστησαν, καὶ οἱ μηδὲν ἐγκαλοῦντες αὐτοῖς. 9.25καὶ τί δεῖ τοὺς ἄλλους λέγειν; ἀλλʼ ἡμεῖς αὐτοὶ καὶ Λακεδαιμόνιοι, οὐδὲν ἂν εἰπεῖν ἔχοντες ἐξ ἀρχῆς τι ἠδικούμεθʼ ὑπʼ ἀλλήλων, ὅμως ὑπὲρ ὧν τοὺς ἄλλους ἀδικουμένους ἑωρῶμεν, πολεμεῖν ᾠόμεθα δεῖν. καίτοι πάνθʼ ὅσʼ ἐξημάρτηται καὶ Λακεδαιμονίοις ἐν τοῖς τριάκοντʼ ἐκείνοις ἔτεσιν καὶ τοῖς ἡμετέροις προγόνοις ἐν τοῖς ἑβδομήκοντα, ἐλάττονʼ ἐστίν, ἄνδρες Ἀθηναῖοι, ὧν Φίλιππος ἐν τρισὶ καὶ δέκʼ οὐχ ὅλοις ἔτεσιν, οἷς ἐπιπολάζει, ἠδίκηκε τοὺς Ἕλληνας, μᾶλλον δʼ οὐδὲ μέρος τούτων ἐκεῖνα. 9.26καὶ τοῦτʼ ἐκ βραχέος λόγου ῥᾴδιον δεῖξαι. Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ, ἃς ἁπάσας οὕτως ὠμῶς ἀνῄρηκεν ὥστε μηδʼ εἰ πώποτʼ ᾠκήθησαν προσελθόντʼ εἶναι ῥᾴδιον εἰπεῖν· καὶ τὸ Φωκέων ἔθνος τοσοῦτον ἀνῃρημένον σιωπῶ. ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πολιτείας καὶ τὰς πόλεις αὐτῶν παρῄρηται καὶ τετραρχίας κατέστησεν, ἵνα μὴ μόνον κατὰ πόλεις ἀλλὰ καὶ κατʼ ἔθνη δουλεύωσιν; 9.27αἱ δʼ ἐν Εὐβοίᾳ πόλεις οὐκ ἤδη τυραννοῦνται, καὶ ταῦτʼ ἐν νήσῳ πλησίον Θηβῶν καὶ Ἀθηνῶν; οὐ διαρρήδην εἰς τὰς ἐπιστολὰς γράφειἐμοὶ δʼ ἐστὶν εἰρήνη πρὸς τοὺς ἀκούειν ἐμοῦ βουλομένους;” καὶ οὐ γράφει μὲν ταῦτα, τοῖς δʼ ἔργοις οὐ ποιεῖ, ἀλλʼ ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσεν πρώην, οὔθʼ Ἑλλὰς οὔθʼ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τἀνθρώπου. 9.28καὶ ταῦθʼ ὁρῶντες οἱ Ἕλληνες ἅπαντες καὶ ἀκούοντες οὐ πέμπομεν πρέσβεις περὶ τούτων πρὸς ἀλλήλους κἀγανακτοῦμεν, οὕτω δὲ κακῶς διακείμεθα καὶ διορωρύγμεθα κατὰ πόλεις ὥστʼ ἄχρι τῆς τήμερον ἡμέρας οὐδὲν οὔτε τῶν συμφερόντων οὔτε τῶν δεόντων πρᾶξαι δυνάμεθα, οὐδὲ συστῆναι, οὐδὲ κοινωνίαν βοηθείας καὶ φιλίας οὐδεμίαν ποιήσασθαι, 9.29ἀλλὰ μείζω γιγνόμενον τὸν ἄνθρωπον περιορῶμεν, τὸν χρόνον κερδᾶναι τοῦτον ὃν ἄλλος ἀπόλλυται ἕκαστος ἐγνωκώς, ὥς γʼ ἐμοὶ δοκεῖ, οὐχ ὅπως σωθήσεται τὰ τῶν Ἑλλήνων σκοπῶν οὐδὲ πράττων, ἐπεί, ὅτι γʼ ὥσπερ περίοδος καταβολὴ πυρετοῦ ἄλλου τινὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι προσέρχεται, οὐδεὶς ἀγνοεῖ. 9.30καὶ μὴν κἀκεῖνό γʼ ἴστε, ὅτι ὅσα μὲν ὑπὸ Λακεδαιμονίων ὑφʼ ἡμῶν ἔπασχον οἱ Ἕλληνες, ἀλλʼ οὖν ὑπὸ γνησίων γʼ ὄντων τῆς Ἑλλάδος ἠδικοῦντο, καὶ τὸν αὐτὸν τρόπον ἄν τις ὑπέλαβεν τοῦτο, ὥσπερ ἂν εἰ υἱὸς ἐν οὐσίᾳ πολλῇ γεγονὼς γνήσιος διῴκει τι μὴ καλῶς μηδʼ ὀρθῶς, κατʼ αὐτὸ μὲν τοῦτʼ ἄξιον μέμψεως εἶναι καὶ κατηγορίας, ὡς δʼ οὐ προσήκων ὡς οὐ κληρονόμος τούτων ὢν ταῦτʼ ἐποίει, οὐκ ἐνεῖναι λέγειν. 9.31εἰ δέ γε δοῦλος ὑποβολιμαῖος τὰ μὴ προσήκοντʼ ἀπώλλυε καὶ ἐλυμαίνετο, Ἡράκλεις ὅσῳ μᾶλλον δεινὸν καὶ ὀργῆς ἄξιον πάντες ἂν ἔφησαν εἶναι. ἀλλʼ οὐχ ὑπὲρ Φιλίππου καὶ ὧν ἐκεῖνος πράττει νῦν, οὐχ οὕτως ἔχουσιν, οὐ μόνον οὐχ Ἕλληνος ὄντος οὐδὲ προσήκοντος οὐδὲν τοῖς Ἕλλησιν, ἀλλʼ οὐδὲ βαρβάρου ἐντεῦθεν ὅθεν καλὸν εἰπεῖν, ἀλλʼ ὀλέθρου Μακεδόνος, ὅθεν οὐδʼ ἀνδράποδον σπουδαῖον οὐδὲν ἦν πρότερον πρίασθαι.

9.32καίτοι τί τῆς ἐσχάτης ὕβρεως ἀπολείπει; οὐ πρὸς τῷ πόλεις ἀνῃρηκέναι τίθησι μὲν τὰ Πύθια, τὸν κοινὸν τῶν Ἑλλήνων ἀγῶνα, κἂν αὐτὸς μὴ παρῇ, τοὺς δούλους ἀγωνοθετήσοντας πέμπει; κύριος δὲ Πυλῶν καὶ τῶν ἐπὶ τοὺς Ἕλληνας παρόδων ἐστί, καὶ φρουραῖς καὶ ξένοις τοὺς τόπους τούτους κατέχει; ἔχει δὲ καὶ τὴν προμαντείαν τοῦ θεοῦ, παρώσας ἡμᾶς καὶ Θετταλοὺς καὶ Δωριέας καὶ τοὺς ἄλλους Ἀμφικτύονας, ἧς οὐδὲ τοῖς Ἕλλησιν ἅπασι μέτεστι; 9.33 γράφει δὲ Θετταλοῖς ὃν χρὴ τρόπον πολιτεύεσθαι; πέμπει δὲ ξένους τοὺς μὲν εἰς Πορθμόν, τὸν δῆμον ἐκβαλοῦντας τὸν Ἐρετριέων, τοὺς δʼ ἐπʼ Ὠρεόν, τύραννον Φιλιστίδην καταστήσοντας; ἀλλʼ ὅμως ταῦθʼ ὁρῶντες οἱ Ἕλληνες ἀνέχονται, καὶ τὸν αὐτὸν τρόπον ὥσπερ τὴν χάλαζαν ἔμοιγε δοκοῦσιν θεωρεῖν, εὐχόμενοι μὴ καθʼ ἑαυτοὺς ἕκαστοι γενέσθαι, κωλύειν δʼ οὐδεὶς ἐπιχειρῶν. 9.34οὐ μόνον δʼ ἐφʼ οἷς Ἑλλὰς ὑβρίζεται ὑπʼ αὐτοῦ, οὐδεὶς ἀμύνεται, ἀλλʼ οὐδʼ ὑπὲρ ὧν αὐτὸς ἕκαστος ἀδικεῖται· τοῦτο γὰρ ἤδη τοὔσχατόν ἐστιν. οὐ Κορινθίων ἐπʼ Ἀμβρακίαν ἐλήλυθε καὶ Λευκάδα; οὐκ Ἀχαιῶν Ναύπακτον ὀμώμοκεν Αἰτωλοῖς παραδώσειν; οὐχὶ Θηβαίων Ἐχῖνον ἀφῄρηται, καὶ νῦν ἐπὶ Βυζαντίους πορεύεται συμμάχους ὄντας; 9.35οὐχ ἡμῶν, ἐῶ τἄλλα, ἀλλὰ Χερρονήσου τὴν μεγίστην ἔχει πόλιν Καρδίαν; ταῦτα τοίνυν πάσχοντες ἅπαντες μέλλομεν καὶ μαλκίομεν καὶ πρὸς τοὺς πλησίον βλέπομεν, ἀπιστοῦντες ἀλλήλοις, οὐ τῷ πάντας ἡμᾶς ἀδικοῦντι. καίτοι τὸν ἅπασιν ἀσελγῶς οὕτω χρώμενον τί οἴεσθε, ἐπειδὰν καθʼ ἕνʼ ἡμῶν ἑκάστου κύριος γένηται, τί ποιήσειν;

9.36τί οὖν αἴτιον τουτωνί; οὐ γὰρ ἄνευ λόγου καὶ δικαίας αἰτίας οὔτε τόθʼ οὕτως εἶχον ἑτοίμως πρὸς ἐλευθερίαν οἱ Ἕλληνες οὔτε νῦν πρὸς τὸ δουλεύειν. ἦν τι τότʼ, ἦν, ἄνδρες Ἀθηναῖοι, ἐν ταῖς τῶν πολλῶν διανοίαις, νῦν οὐκ ἔστιν, καὶ τοῦ Περσῶν ἐκράτησε πλούτου καὶ ἐλευθέραν ἦγε τὴν Ἑλλάδα καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς μάχης οὐδεμιᾶς ἡττᾶτο, νῦν δʼ ἀπολωλὸς ἅπαντα λελύμανται καὶ ἄνω καὶ κάτω πεποίηκε τὰ τῶν Ἑλλήνων πράγματα. 9.37τί οὖν ἦν τοῦτο; οὐδὲν ποικίλον οὐδὲ σοφόν, ἀλλʼ ὅτι τοὺς παρὰ τῶν ἄρχειν βουλομένων διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν, καὶ χαλεπώτατον ἦν τὸ δωροδοκοῦντʼ ἐλεγχθῆναι, καὶ τιμωρίᾳ μεγίστῃ τοῦτον ἐκόλαζον, καὶ παραίτησις οὐδεμίʼ ἦν οὐδὲ συγγνώμη. 9.38 τὸν οὖν καιρὸν ἑκάστου τῶν πραγμάτων, ὃν τύχη καὶ τοῖς ἀμελοῦσιν κατὰ τῶν προσεχόντων πολλάκις παρασκευάζει, οὐκ ἦν πρίασθαι παρὰ τῶν λεγόντων οὐδὲ τῶν στρατηγούντων, οὐδὲ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν, οὐδὲ τὴν πρὸς τοὺς τυράννους καὶ τοὺς βαρβάρους ἀπιστίαν, οὐδʼ ὅλως τοιοῦτον οὐδέν. 9.39νῦν δʼ ἅπανθʼ ὥσπερ ἐξ ἀγορᾶς ἐκπέπραται ταῦτα, ἀντεισῆκται δʼ ἀντὶ τούτων ὑφʼ ὧν ἀπόλωλε καὶ νενόσηκεν Ἑλλάς. ταῦτα δʼ ἐστὶ τί; ζῆλος, εἴ τις εἴληφέ τι· γέλως, ἂν ὁμολογῇ· συγγνώμη τοῖς ἐλεγχομένοις· μῖσος, ἂν τούτοις τις ἐπιτιμᾷ· τἄλλα πάνθʼ ὅσʼ ἐκ τοῦ δωροδοκεῖν ἤρτηται. 9.40ἐπεὶ τριήρεις γε καὶ σωμάτων πλῆθος καὶ χρημάτων καὶ τῆς ἄλλης κατασκευῆς ἀφθονία, καὶ τἄλλʼ οἷς ἄν τις ἰσχύειν τὰς πόλεις κρίνοι, νῦν ἅπασι καὶ πλείω καὶ μείζω ἐστὶ τῶν τότε πολλῷ. ἀλλὰ ταῦτʼ ἄχρηστα, ἄπρακτα, ἀνόνητα ὑπὸ τῶν πωλούντων γίγνεται.

9.41ὅτι δʼ οὕτω ταῦτʼ ἔχει τὰ μὲν νῦν ὁρᾶτε δήπου καὶ οὐδὲν ἐμοῦ προσδεῖσθε μάρτυρος· τὰ δʼ ἐν τοῖς ἄνωθεν χρόνοις ὅτι τἀναντίʼ εἶχεν ἐγὼ δηλώσω, οὐ λόγους ἐμαυτοῦ λέγων, ἀλλὰ γράμματα τῶν προγόνων τῶν ὑμετέρων ἁκεῖνοι κατέθεντʼ εἰς στήλην χαλκῆν γράψαντες εἰς ἀκρόπολιν, οὐχ ἵνʼ αὐτοῖς χρήσιμα (καὶ γὰρ ἄνευ τούτων τῶν γραμμάτων τὰ δέοντʼ ἐφρόνουν), ἀλλʼ ἵνʼ ὑμεῖς ἔχηθʼ ὑπομνήματα καὶ παραδείγματα ὡς ὑπὲρ τῶν τοιούτων σπουδάζειν προσήκει. 9.42τί οὖν λέγει τὰ γράμματα; “ἌρθμιοςφησὶΠυθώνακτος Ζελείτης ἄτιμος καὶ πολέμιος τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων αὐτὸς καὶ γένος.” εἶθʼ αἰτία γέγραπται, διʼ ἣν ταῦτʼ ἐγένετο· “ὅτι τὸν χρυσὸν τὸν ἐκ Μήδων εἰς Πελοπόννησον ἤγαγεν.” ταῦτʼ ἐστὶ τὰ γράμματα. 9.43λογίζεσθε δὴ πρὸς θεῶν, τίς ἦν ποθʼ διάνοια τῶν Ἀθηναίων τῶν τότε, ταῦτα ποιούντων, τί τὸ ἀξίωμα. ἐκεῖνοι Ζελείτην τινά, Ἄρθμιον, δοῦλον βασιλέως ( γὰρ Ζέλειά ἐστι τῆς Ἀσίας), ὅτι τῷ δεσπότῃ διακονῶν χρυσίον ἤγαγεν εἰς Πελοπόννησον, οὐκ Ἀθήναζε, ἐχθρὸν αὑτῶν ἀνέγραψαν καὶ τῶν συμμάχων αὐτὸν καὶ γένος, καὶ ἀτίμους. 9.44τοῦτο δʼ ἐστὶν οὐχ ἣν οὑτωσί τις ἂν φήσειεν ἀτιμίαν· τί γὰρ τῷ Ζελείτῃ, τῶν Ἀθηναίων κοινῶν εἰ μὴ μεθέξειν ἔμελλεν; ἀλλʼ ἐν τοῖς φονικοῖς γέγραπται νόμοις, ὑπὲρ ὧν ἂν μὴ διδῷ φόνου δικάσασθαι, ἀλλʼ εὐαγὲς τὸ ἀποκτεῖναι, “καὶ ἄτιμοςφησὶτεθνάτω.” τοῦτο δὴ λέγει, καθαρὸν τὸν τούτων τινʼ ἀποκτείναντʼ εἶναι. 9.45οὐκοῦν ἐνόμιζον ἐκεῖνοι τῆς πάντων τῶν Ἑλλήνων σωτηρίας αὑτοῖς ἐπιμελητέον εἶναι· οὐ γὰρ ἂν αὐτοῖς ἔμελʼ εἴ τις ἐν Πελοποννήσῳ τινὰς ὠνεῖται καὶ διαφθείρει, μὴ τοῦθʼ ὑπολαμβάνουσιν· ἐκόλαζον δʼ οὕτω καὶ ἐτιμωροῦνθʼ οὓς αἴσθοιντο, ὥστε καὶ στηλίτας ποιεῖν. ἐκ δὲ τούτων εἰκότως τὰ τῶν Ἑλλήνων ἦν τῷ βαρβάρῳ φοβερά, οὐχ βάρβαρος τοῖς Ἕλλησιν. ἀλλʼ οὐ νῦν· οὐ γὰρ οὕτως ἔχεθʼ ὑμεῖς οὔτε πρὸς τὰ τοιαῦτʼ οὔτε πρὸς τἄλλα, ἀλλὰ πῶς; 9.46ἴστʼ αὐτοί· τί γὰρ δεῖ περὶ πάντων ὑμῶν κατηγορεῖν; παραπλησίως δὲ καὶ οὐδὲν βέλτιον ὑμῶν ἅπαντες οἱ λοιποὶ Ἕλληνες· διόπερ φήμʼ ἔγωγε καὶ σπουδῆς πολλῆς καὶ βουλῆς ἀγαθῆς τὰ παρόντα πράγματα προσδεῖσθαι. τίνος; εἴπω κελεύετε; καὶ οὐκ ὀργιεῖσθε;Ἐκ τοῦ Γραμματείου Ἀναγιγνώσκει

9.47ἔστι τοίνυν τις εὐήθης λόγος παρὰ τῶν παραμυθεῖσθαι βουλομένων τὴν πόλιν, ὡς ἄρʼ οὔπω Φίλιππός ἐστιν οἷοί ποτʼ ἦσαν Λακεδαιμόνιοι, οἳ θαλάττης μὲν ἦρχον καὶ γῆς ἁπάσης, βασιλέα δὲ σύμμαχον εἶχον, ὑφίστατο δʼ οὐδὲν αὐτούς· ἀλλʼ ὅμως ἠμύνατο κἀκείνους πόλις καὶ οὐκ ἀνηρπάσθη. ἐγὼ δʼ ἁπάντων ὡς ἔπος εἰπεῖν πολλὴν εἰληφότων ἐπίδοσιν, καὶ οὐδὲν ὁμοίων ὄντων τῶν νῦν τοῖς πρότερον, οὐδὲν ἡγοῦμαι πλέον τὰ τοῦ πολέμου κεκινῆσθαι κἀπιδεδωκέναι. 9.48πρῶτον μὲν γὰρ ἀκούω Λακεδαιμονίους τότε καὶ πάντας τοὺς ἄλλους, τέτταρας μῆνας πέντε, τὴν ὡραίαν αὐτήν, ἐμβαλόντας ἂν καὶ κακώσαντας τὴν χώραν ὁπλίταις καὶ πολιτικοῖς στρατεύμασιν ἀναχωρεῖν ἐπʼ οἴκου πάλιν· οὕτω δʼ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς, ὥστʼ οὐδὲ χρημάτων ὠνεῖσθαι παρʼ οὐδενὸς οὐδέν, ἀλλʼ εἶναι νόμιμόν τινα καὶ προφανῆ τὸν πόλεμον. 9.49νυνὶ δʼ ὁρᾶτε μὲν δήπου τὰ πλεῖστα τοὺς προδότας ἀπολωλεκότας, οὐδὲν δʼ ἐκ παρατάξεως οὐδὲ μάχης γιγνόμενον· ἀκούετε δὲ Φίλιππον οὐχὶ τῷ φάλαγγʼ ὁπλιτῶν ἄγειν βαδίζονθʼ ὅποι βούλεται, ἀλλὰ τῷ ψιλούς, ἱππέας, τοξότας, ξένους, τοιοῦτον ἐξηρτῆσθαι στρατόπεδον. 9.50ἐπειδὰν δʼ ἐπὶ τούτοις πρὸς νοσοῦντας ἐν αὑτοῖς προσπέσῃ καὶ μηδεὶς ὑπὲρ τῆς χώρας διʼ ἀπιστίαν ἐξίῃ, μηχανήματʼ ἐπιστήσας πολιορκεῖ. καὶ σιωπῶ θέρος καὶ χειμῶνα, ὡς οὐδὲν διαφέρει, οὐδʼ ἐστὶν ἐξαίρετος ὥρα τις ἣν διαλείπει. 9.51ταῦτα μέντοι πάντας εἰδότας καὶ λογιζομένους οὐ δεῖ προσέσθαι τὸν πόλεμον εἰς τὴν χώραν, οὐδʼ εἰς τὴν εὐήθειαν τὴν τοῦ τότε πρὸς Λακεδαιμονίους πολέμου βλέποντας ἐκτραχηλισθῆναι, ἀλλʼ ὡς ἐκ πλείστου φυλάττεσθαι τοῖς πράγμασι καὶ ταῖς παρασκευαῖς, ὅπως οἴκοθεν μὴ κινήσεται σκοποῦντας, οὐχὶ συμπλακέντας διαγωνίζεσθαι. 9.52πρὸς μὲν γὰρ πόλεμον πολλὰ φύσει πλεονεκτήμαθʼ ἡμῖν ὑπάρχει, ἄν περ, ἄνδρες Ἀθηναῖοι, ποιεῖν ἐθέλωμεν δεῖ, φύσις τῆς ἐκείνου χώρας, ἧς ἄγειν καὶ φέρειν ἔστι πολλὴν καὶ κακῶς ποιεῖν, ἄλλα μυρία· εἰς δʼ ἀγῶνα ἄμεινον ἡμῶν ἐκεῖνος ἤσκηται.

9.53οὐ μόνον δὲ δεῖ ταῦτα γιγνώσκειν, οὐδὲ τοῖς ἔργοις ἐκεῖνον ἀμύνεσθαι τοῖς τοῦ πολέμου, ἀλλὰ καὶ τῷ λογισμῷ καὶ τῇ διανοίᾳ τοὺς παρʼ ὑμῖν ὑπὲρ αὐτοῦ λέγοντας μισῆσαι, ἐνθυμουμένους ὅτι οὐκ ἔνεστι τῶν τῆς πόλεως ἐχθρῶν κρατῆσαι, πρὶν ἂν τοὺς ἐν αὐτῇ τῇ πόλει κολάσηθʼ ὑπηρετοῦντας ἐκείνοις. 9.54 μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς οὐ δυνήσεσθʼ ὑμεῖς ποιῆσαι, ἀλλʼ εἰς τοῦτʼ ἀφῖχθε μωρίας παρανοίας οὐκ ἔχω τί λέγω (πολλάκις γὰρ ἔμοιγʼ ἐπελήλυθε καὶ τοῦτο φοβεῖσθαι, μή τι δαιμόνιον τὰ πράγματʼ ἐλαύνῃ), ὥστε λοιδορίας, φθόνου, σκώμματος, ἧστινος ἂν τύχηθʼ ἕνεκʼ αἰτίας ἀνθρώπους μισθωτούς, ὧν οὐδʼ ἂν ἀρνηθεῖεν ἔνιοι ὡς οὐκ εἰσὶ τοιοῦτοι, λέγειν κελεύετε, καὶ γελᾶτε, ἄν τισι λοιδορηθῶσιν. 9.55καὶ οὐχί πω τοῦτο δεινόν, καίπερ ὂν δεινόν· ἀλλὰ καὶ μετὰ πλείονος ἀσφαλείας πολιτεύεσθαι δεδώκατε τούτοις τοῖς ὑπὲρ ὑμῶν λέγουσιν. καίτοι θεάσασθε ὅσας συμφορὰς παρασκευάζει τὸ τῶν τοιούτων ἐθέλειν ἀκροᾶσθαι. λέξω δʼ ἔργα πάντες εἴσεσθε.

9.56ἦσαν ἐν Ὀλύνθῳ τῶν ἐν τοῖς πράγμασιν τινὲς μὲν Φιλίππου καὶ πάνθʼ ὑπηρετοῦντες ἐκείνῳ, τινὲς δὲ τοῦ βελτίστου καὶ ὅπως μὴ δουλεύσουσιν οἱ πολῖται πράττοντες. πότεροι δὴ τὴν πατρίδʼ ἐξώλεσαν; πότεροι τοὺς ἱππέας προὔδοσαν, ὧν προδοθέντων Ὄλυνθος ἀπώλετο; οἱ τὰ Φιλίππου φρονοῦντες, καὶ ὅτʼ ἦν πόλις τοὺς τὰ βέλτιστα λέγοντας συκοφαντοῦντες καὶ διαβάλλοντες οὕτως, ὥστε τόν γʼ Ἀπολλωνίδην καὶ ἐκβαλεῖν δῆμος τῶν Ὀλυνθίων ἐπείσθη.

9.57οὐ τοίνυν παρὰ τούτοις μόνον τὸ ἔθος τοῦτο πάντα κάκʼ εἰργάσατο, ἄλλοθι δʼ οὐδαμοῦ· ἀλλʼ ἐν Ἐρετρίᾳ, ἐπειδὴ ἀπαλλαγέντος Πλουτάρχου καὶ τῶν ξένων δῆμος εἶχε τὴν πόλιν καὶ τὸν Πορθμόν, οἱ μὲν ἐφʼ ὑμᾶς ἦγον τὰ πράγματα, οἱ δʼ ἐπὶ Φίλιππον. ἀκούοντες δὲ τούτων τὰ πολλά, μᾶλλον δὲ τὰ πάνθʼ οἱ ταλαίπωροι καὶ δυστυχεῖς Ἐρετριεῖς, τελευτῶντες ἐπείσθησαν τοὺς ὑπὲρ αὑτῶν λέγοντας ἐκβαλεῖν. 9.58καὶ γάρ τοι πέμψας Ἱππόνικον σύμμαχος αὐτοῖς Φίλιππος καὶ ξένους χιλίους, τὰ τείχη περιεῖλε τοῦ Πορθμοῦ καὶ τρεῖς κατέστησε τυράννους, Ἵππαρχον, Αὐτομέδοντα, Κλείταρχον· καὶ μετὰ ταῦτʼ ἐξελήλακεν ἐκ τῆς χώρας δὶς ἤδη βουλομένους σῴζεσθαι, τότε μὲν πέμψας τοὺς μετʼ Εὐρυλόχου ξένους, πάλιν δὲ τοὺς μετὰ Παρμενίωνος.

9.59καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἀλλʼ ἐν Ὠρεῷ Φιλιστίδης μὲν ἔπραττε Φιλίππῳ καὶ Μένιππος καὶ Σωκράτης καὶ Θόας καὶ Ἀγαπαῖος, οἵπερ νῦν ἔχουσι τὴν πόλιν (καὶ ταῦτʼ ᾔδεσαν ἅπαντες), Εὐφραῖος δέ τις ἄνθρωπος καὶ παρʼ ἡμῖν ποτʼ ἐνθάδʼ οἰκήσας, ὅπως ἐλεύθεροι καὶ μηδενὸς δοῦλοι ἔσονται. 9.60οὗτος τὰ μὲν ἄλλʼ ὡς ὑβρίζετο καὶ προυπηλακίζεθʼ ὑπὸ τοῦ δήμου, πόλλʼ ἂν εἴη λέγειν· ἐνιαυτῷ δὲ πρότερον τῆς ἁλώσεως ἐνέδειξεν ὡς προδότην τὸν Φιλιστίδην καὶ τοὺς μετʼ αὐτοῦ, αἰσθόμενος πράττουσιν. συστραφέντες δʼ ἄνθρωποι πολλοὶ καὶ χορηγὸν ἔχοντες Φίλιππον καὶ πρυτανευόμενοι ἀπάγουσι τὸν Εὐφραῖον εἰς τὸ δεσμωτήριον, ὡς συνταράττοντα τὴν πόλιν. 9.61ὁρῶν δὲ ταῦθʼ δῆμος τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δʼ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δʼ ἐπιτήδειον ταῦτα παθεῖν ἔφη καὶ ἐπέχαιρεν. μετὰ ταῦθʼ οἱ μὲν ἐπʼ ἐξουσίας ὁπόσης ἐβούλοντʼ ἔπραττον ὅπως πόλις ληφθήσεται, καὶ κατεσκευάζοντο τὴν πρᾶξιν· τῶν δὲ πολλῶν εἴ τις αἴσθοιτο, ἐσίγα καὶ κατεπέπληκτο, τὸν Εὐφραῖον οἷʼ ἔπαθεν μεμνημένοι. οὕτω δʼ ἀθλίως διέκειντο, ὥστʼ οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προσιόντος ῥῆξαι φωνήν, πρὶν διασκευασάμενοι πρὸς τὰ τείχη προσῇσαν οἱ πολέμιοι· τηνικαῦτα δʼ οἱ μὲν ἠμύνοντο, οἱ δὲ προὐδίδοσαν. 9.62τῆς πόλεως δʼ οὕτως ἁλούσης αἰσχρῶς καὶ κακῶς οἱ μὲν ἄρχουσι καὶ τυραννοῦσι, τοὺς τότε σῴζοντας ἑαυτοὺς καὶ τὸν Εὐφραῖον ἑτοίμους ὁτιοῦν ποιεῖν ὄντας τοὺς μὲν ἐκβαλόντες, τοὺς δʼ ἀποκτείναντες, δʼ Εὐφραῖος ἐκεῖνος ἀπέσφαξεν ἑαυτόν, ἔργῳ μαρτυρήσας ὅτι καὶ δικαίως καὶ καθαρῶς ὑπὲρ τῶν πολιτῶν ἀνθειστήκει Φιλίππῳ.

9.63τί οὖν ποτʼ αἴτιον, θαυμάζετʼ ἴσως, τὸ καὶ τοὺς Ὀλυνθίους καὶ τοὺς Ἐρετριέας καὶ τοὺς Ὠρείτας ἥδιον πρὸς τοὺς ὑπὲρ Φιλίππου λέγοντας ἔχειν τοὺς ὑπὲρ αὑτῶν; ὅπερ καὶ παρʼ ὑμῖν, ὅτι τοῖς μὲν ὑπὲρ τοῦ βελτίστου λέγουσιν οὐδὲ βουλομένοις ἔνεστιν ἐνίοτε πρὸς χάριν οὐδὲν εἰπεῖν· τὰ γὰρ πράγματʼ ἀνάγκη σκοπεῖν ὅπως σωθήσεται· οἱ δʼ ἐν αὐτοῖς οἷς χαρίζονται Φιλίππῳ συμπράττουσιν. 9.64εἰσφέρειν ἐκέλευον, οἱ δʼ οὐδὲν δεῖν ἔφασαν· πολεμεῖν καὶ μὴ πιστεύειν, οἱ δʼ ἄγειν εἰρήνην, ἕως ἐγκατελήφθησαν. τἄλλα τὸν αὐτὸν τρόπον οἶμαι πάνθʼ, ἵνα μὴ καθʼ ἕκαστα λέγω· οἱ μὲν ἐφʼ οἷς χαριοῦνται, ταῦτʼ ἔλεγον, οἱ δʼ ἐξ ὧν ἔμελλον σωθήσεσθαι. πολλὰ δὲ καὶ τὰ τελευταῖα οὐχ οὕτως πρὸς χάριν οὐδὲ διʼ ἄγνοιαν οἱ πολλοὶ προσίεντο, ἀλλʼ ὑποκατακλινόμενοι, ἐπειδὴ τοῖς ὅλοις ἡττᾶσθαι ἐνόμιζον. 9.65 νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω δέδοικʼ ἐγὼ μὴ πάθηθʼ ὑμεῖς, ἐπειδὰν εἰδῆτʼ ἐκλογιζόμενοι μηδὲν ἔθʼ ὑμῖν ἐνόν. καίτοι μὴ γένοιτο μέν, ἄνδρες Ἀθηναῖοι, τὰ πράγματʼ ἐν τούτῳ· τεθνάναι δὲ μυριάκις κρεῖττον κολακείᾳ τι ποιῆσαι Φιλίππου καὶ προέσθαι τῶν ὑπὲρ ὑμῶν λεγόντων τινάς. καλήν γʼ οἱ πολλοὶ νῦν ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς Φιλίππου φίλοις ἐπέτρεψαν αὑτούς, τὸν δʼ Εὐφραῖον ἐώθουν· 9.66καλήν γʼ δῆμος Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασε, Κλειτάρχῳ δʼ ἐνέδωκεν αὑτόν· δουλεύουσί γε μαστιγούμενοι καὶ σφαττόμενοι. καλῶς Ὀλυνθίων ἐφείσατο τῶν τὸν μὲν Λασθένην ἵππαρχον χειροτονησάντων, τὸν δʼ Ἀπολλωνίδην ἐκβαλόντων. 9.67μωρία καὶ κακία τὰ τοιαῦτʼ ἐλπίζειν, καὶ κακῶς βουλευομένους καὶ μηδὲν ὧν προσήκει ποιεῖν ἐθέλοντας, ἀλλὰ τῶν ὑπὲρ τῶν ἐχθρῶν λεγόντων ἀκροωμένους, τηλικαύτην ἡγεῖσθαι πόλιν οἰκεῖν τὸ μέγεθος ὥστε <μηδέν>, μηδʼ ἂν ὁτιοῦν , δεινὸν πείσεσθαι. 9.68καὶ μὴν ἐκεῖνό γʼ αἰσχρόν, ὕστερόν ποτʼ εἰπεῖντίς γὰρ ἂν ᾠήθη ταῦτα γενέσθαι; νὴ τὸν Δίʼ, ἔδει γὰρ τὸ καὶ τὸ ποιῆσαι καὶ τὸ μὴ ποιῆσαι.” πόλλʼ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι νῦν, τότʼ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο· πόλλʼ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι. 9.69ἀλλὰ τί τούτων ὄφελος αὐτοῖς; ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τʼ ἔλαττον , τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντʼ ἄνδρʼ ἑξῆς προθύμους εἶναι, καὶ ὅπως μήθʼ ἑκὼν μήτʼ ἄκων μηδεὶς ἀνατρέψει, τοῦτο σκοπεῖσθαι· ἐπειδὰν δʼ θάλαττα ὑπέρσχῃ, μάταιος σπουδή. 9.70καὶ ἡμεῖς τοίνυν, ἄνδρες Ἀθηναῖοι, ἕως ἐσμὲν σῷοι, πόλιν μεγίστην ἔχοντες, ἀφορμὰς πλείστας, ἀξίωμα κάλλιστον, τί ποιῶμεν; πάλαι τις ἡδέως ἂν ἴσως ἐρωτήσας κάθηται. ἐγὼ νὴ Δίʼ ἐρῶ, καὶ γράψω δέ, ὥστʼ ἂν βούλησθε χειροτονήσετε. αὐτοὶ πρῶτον ἀμυνόμενοι καὶ παρασκευαζόμενοι, τριήρεσι καὶ χρήμασι καὶ στρατιώταις λέγω· καὶ γὰρ ἂν ἅπαντες δήπου δουλεύειν συγχωρήσωσιν οἱ ἄλλοι, ἡμῖν γʼ ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιστέον· 9.71ταῦτα δὴ πάντʼ αὐτοὶ παρεσκευασμένοι καὶ ποιήσαντες φανερὰ τοὺς ἄλλους ἤδη παρακαλῶμεν, καὶ τοὺς ταῦτα διδάξοντας ἐκπέμπωμεν πρέσβεις πανταχοῖ, εἰς Πελοπόννησον, εἰς Ῥόδον, εἰς Χίον, ὡς βασιλέα λέγω (οὐδὲ γὰρ τῶν ἐκείνῳ συμφερόντων ἀφέστηκε τὸ μὴ τοῦτον ἐᾶσαι πάντα καταστρέψασθαι), ἵνʼ ἐὰν μὲν πείσητε, κοινωνοὺς ἔχητε καὶ τῶν κινδύνων καὶ τῶν ἀναλωμάτων, ἄν τι δέῃ, εἰ δὲ μή, χρόνους γʼ ἐμποιῆτε τοῖς πράγμασιν. 9.72ἐπειδὴ γάρ ἐστι πρὸς ἄνδρα καὶ οὐχὶ συνεστώσης πόλεως ἰσχὺν πόλεμος, οὐδὲ τοῦτʼ ἄχρηστον, οὐδʼ αἱ πέρυσιν πρεσβεῖαι περὶ τὴν Πελοπόννησον ἐκεῖναι καὶ κατηγορίαι, ἃς ἐγὼ καὶ Πολύευκτος βέλτιστος ἐκεινοσὶ καὶ Ἡγήσιππος καὶ οἱ ἄλλοι πρέσβεις περιήλθομεν, καὶ ἐποιήσαμεν ἐπισχεῖν ἐκεῖνον καὶ μήτʼ ἐπʼ Ἀμβρακίαν ἐλθεῖν μήτʼ εἰς Πελοπόννησον ὁρμῆσαι. 9.73οὐ μέντοι λέγω μηδὲν αὐτοὺς ὑπὲρ αὑτῶν ἀναγκαῖον ἐθέλοντας ποιεῖν, τοὺς ἄλλους παρακαλεῖν· καὶ γὰρ εὔηθες τὰ οἰκεῖʼ αὐτοὺς προϊεμένους τῶν ἀλλοτρίων φάσκειν κήδεσθαι, καὶ τὰ παρόντα περιορῶντας ὑπὲρ τῶν μελλόντων τοὺς ἄλλους φοβεῖν. οὐ λέγω ταῦτα, ἀλλὰ τοῖς μὲν ἐν Χερρονήσῳ χρήματʼ ἀποστέλλειν φημὶ δεῖν καὶ τἄλλʼ ὅσʼ ἀξιοῦσι ποιεῖν, αὐτοὺς δὲ παρασκευάζεσθαι, τοὺς δʼ ἄλλους Ἕλληνας συγκαλεῖν, συνάγειν, διδάσκειν, νουθετεῖν· ταῦτʼ ἐστὶν πόλεως ἀξίωμʼ ἐχούσης ἡλίκον ὑμῖν ὑπάρχει. 9.74εἰ δʼ οἴεσθε Χαλκιδέας τὴν Ἑλλάδα σώσειν Μεγαρέας, ὑμεῖς δʼ ἀποδράσεσθαι τὰ πράγματα, οὐκ ὀρθῶς οἴεσθε· ἀγαπητὸν γὰρ ἐὰν αὐτοὶ σῴζωνται τούτων ἑκάστοις. ἀλλʼ ὑμῖν τοῦτο πρακτέον· ὑμῖν οἱ πρόγονοι τοῦτο τὸ γέρας ἐκτήσαντο καὶ κατέλιπον μετὰ πολλῶν καὶ μεγάλων κινδύνων. 9.75εἰ δʼ βούλεται ζητῶν ἕκαστος καθεδεῖται, καὶ ὅπως μηδὲν αὐτὸς ποιήσει σκοπῶν, πρῶτον μὲν οὐδὲ μήποθʼ εὕρῃ τοὺς ποιήσοντας, ἔπειτα δέδοιχʼ ὅπως μὴ πάνθʼ ἅμʼ ὅσʼ οὐ βουλόμεθα ποιεῖν ἡμῖν ἀνάγκη γενήσεται.

9.76ἐγὼ μὲν δὴ ταῦτα λέγω, ταῦτα γράφω· καὶ οἴομαι καὶ νῦν ἔτʼ ἐπανορθωθῆναι ἂν τὰ πράγματα τούτων γιγνομένων. εἰ δέ τις ἔχει τούτων τι βέλτιον, λεγέτω καὶ συμβουλευέτω. τι δʼ ὑμῖν δόξει, τοῦτʼ, πάντες θεοί, συνενέγκοι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8 Dem. 9 (English) >>Dem. 10

Powered by PhiloLogic